Dataset Viewer
Auto-converted to Parquet Duplicate
ID
stringlengths
31
67
TEXT
stringlengths
63
2.96k
PRECEDING CONTEXT
stringlengths
40
3.77k
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec11
ἡ παρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κ...
ἀφρὸς ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάσσῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος, ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος.τὸ ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec13
αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ' οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν ἡ καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη· ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. ἡ δὲ δίκην ἐπεκάθητο τῷ ταύρῳ πλεούσης νηός, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη. περὶ δὲ τὸν...
ἡ παρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec2
Σιδὼν ἐπὶ θαλάττῃ πόλις· Συρίων ἡ θάλασσα· μήτηρ Φοινίκων ἡ πόλις· Θηβαίων ὁ δῆμος πατήρ. δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος· ᾗ γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας...
This is the first section of this novel.
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec4
ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων. ἐν τῇ θαλάττῃ ταῦρος ἐπενήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών· δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν. συνεχῆ τὰ δένδρα· συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν ...
Σιδὼν ἐπὶ θαλάττῃ πόλις· Συρίων ἡ θάλασσα· μήτηρ Φοινίκων ἡ πόλις· Θηβαίων ὁ δῆμος πατήρ. δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος· ᾗ γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec6
ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή· εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο. αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι. ὕδωρ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος τῆς γραφῆς, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμ...
ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων. ἐν τῇ θαλάττῃ ταῦρος ἐπενήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών· δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν. συνεχῆ τὰ δένδρα· συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec8
τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου. στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος ἅπαν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου· τὸ γὰρ ζῶσμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα. τὸ πρόσωπον ὠχραί· σεσηρυῖαι τὰς παρειάς· τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλασ...
ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή· εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο. αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι. ὕδωρ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος τῆς γραφῆς, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap1_sec9
ἀφρὸς ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάσσῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος, ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος.
τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου. στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος ἅπαν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου· τὸ γὰρ ζῶσμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα. τὸ πρόσωπον ὠχραί· σεσηρυῖαι τὰς παρειάς· τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλασ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap10_sec1
ἓν οὖν σοι παραινῶ μόνον· ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.» «Πῶς οὖν ἄν,» εἶπον, «γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; οὐκ οἶδα γὰρ ἐγὼ τὰς ὁδούς.» «Μηδέν,» εἶπεν ὁ Κλεινίας, «πρ...
καὶ ὀλίγον ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι. μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap10_sec3
ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν, ὑπ' αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. ὅσα δέ ἐστι κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. σὺ μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον Ἀφροδίσιον, τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. παῖς γὰρ καὶ παρθ...
ἓν οὖν σοι παραινῶ μόνον· ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.» «Πῶς οὖν ἄν,» εἶπον, «γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; οὐκ οἶδα γὰρ ἐγὼ τὰς ὁδούς.» «Μηδέν,» εἶπεν ὁ Κλεινίας, «πρ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap10_sec5
γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ· κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται. τότε γὰρ...
ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν, ὑπ' αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. ὅσα δέ ἐστι κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. σὺ μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον Ἀφροδίσιον, τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. παῖς γὰρ καὶ παρθ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap11_sec1
κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως, πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην αὐτὴν ἴδῃς, ἀλλ' ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ. κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔ...
γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ· κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται. τότε γὰρ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap11_sec3
γαμεῖν μὲν οὐκ ἂν δυναίμην. ἄλλῃ γὰρ δέδομαι παρθένῳ. ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατήρ, δίκαια αἰτῶν, οὐ ξένην οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ' ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ' αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν· νῦν δὲ καὶ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μό...
κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως, πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην αὐτὴν ἴδῃς, ἀλλ' ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ. κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap12_sec2
Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δὲ παῖς εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς καὶ τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον· «Κακόν τι γέγονε Χαρικλεῖ.» ἅμα δὲ αὐτῷ λέγοντι συνεξεφώνησεν ὁ οἰκέτης· «Τέθνηκε Χαρικλῆς.» τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν...
γαμεῖν μὲν οὐκ ἂν δυναίμην. ἄλλῃ γὰρ δέδομαι παρθένῳ. ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατήρ, δίκαια αἰτῶν, οὐ ξένην οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ' ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ' αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν· νῦν δὲ καὶ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μό...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap12_sec4
ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. τὸν γὰρ χαλινὸν δακὼν καὶ τὸν αὐχένα σιμώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς πρόσθεν ἐπειγόμενοι φθάσαι τὸν δ...
Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δὲ παῖς εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς καὶ τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον· «Κακόν τι γέγονε Χαρικλεῖ.» ἅμα δὲ αὐτῷ λέγοντι συνεξεφώνησεν ὁ οἰκέτης· «Τέθνηκε Χαρικλῆς.» τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap12_sec6
τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν ὅλως τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. ὁ δέ, ὡς ἀπὸ μηχανῆς προσαραχθείς, ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰ...
ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. τὸν γὰρ χαλινὸν δακὼν καὶ τὸν αὐχένα σιμώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς πρόσθεν ἐπειγόμενοι φθάσαι τὸν δ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap13_sec2
Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπὸ ἐκπλήξεως· μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα μὲν ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχε...
τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν ὅλως τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. ὁ δέ, ὡς ἀπὸ μηχανῆς προσαραχθείς, ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap13_sec5
τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον ...
Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπὸ ἐκπλήξεως· μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα μὲν ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχε...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap14_sec1
ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψαι· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. ὢ πονηρᾶς ταύτης δᾳδουχίας· ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.» Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ, ἑτέρωθεν δὲ καθ' αὑτὸν ὁ Κλεινίας (καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός)· «Ἐγώ μου τὸν δεσπότην ...
τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap14_sec3
ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους· ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπ...
ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψαι· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. ὢ πονηρᾶς ταύτης δᾳδουχίας· ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.» Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ, ἑτέρωθεν δὲ καθ' αὑτὸν ὁ Κλεινίας (καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός)· «Ἐγώ μου τὸν δεσπότην ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap15_sec2
Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τειχίου (τέσσαρες δὲ ἦσαν πλευραί) κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανή...
ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους· ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap15_sec4
ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ παρεπεφύκει· ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ. ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου, καλάμοις ἐποχούμεν...
Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τειχίου (τέσσαρες δὲ ἦσαν πλευραί) κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανή...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap15_sec6
τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χροιὰν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα, ἴον καὶ νάρκισσος καὶ ῥόδον. μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ. ἡ χροιὰ δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος τὸ ἄνω καὶ γάλακτος τὸ κάτω τοῦ φύλλο...
ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ παρεπεφύκει· ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ. ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου, καλάμοις ἐποχούμεν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap15_sec8
ὄρνιθες δέ, οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο, οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί, οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. οἱ ᾠδοὶ δέ, τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέ...
τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χροιὰν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα, ἴον καὶ νάρκισσος καὶ ῥόδον. μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ. ἡ χροιὰ δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος τὸ ἄνω καὶ γάλακτος τὸ κάτω τοῦ φύλλο...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap16_sec2
Βουλόμενος οὖν ἐγὼ εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῲ καταντίον. ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. «Τοῦτο μέντοι οὐ...
ὄρνιθες δέ, οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο, οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί, οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. οἱ ᾠδοὶ δέ, τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap17_sec1
ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;» (δείξας θήλειαν ταῶνα)· «ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. ὁ δὲ τοῦ ταὼ λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθέει τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.» Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λό...
Βουλόμενος οὖν ἐγὼ εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῲ καταντίον. ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. «Τοῦτο μέντοι οὐ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap17_sec3
ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ καὶ θίγῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικὸν ἔνδον ἔχουσα πῦρ. καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα; περὶ δὲ φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ...
ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;» (δείξας θήλειαν ταῶνα)· «ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. ὁ δὲ τοῦ ταὼ λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθέει τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.» Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λό...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap18_sec1
ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς ὁ ἄρρην αὐαίνεται. συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῦ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον. καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰ...
ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ καὶ θίγῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικὸν ἔνδον ἔχουσα πῦρ. καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα; περὶ δὲ φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap18_sec3
ἡ δὲ οὐκ ἀφανίζει γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάσσης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν ἄλλος ἄλλα δῶρα· ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει, καὶ ταῦ...
ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς ὁ ἄρρην αὐαίνεται. συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῦ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον. καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap18_sec5
ὅταν οὖν εἰς τὸν γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. ἀλλ' οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται (οἶδε γάρ, ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ' ἄνεισιν εἰς τὴν πέτραν καὶ περιμένει τὸν ν...
ἡ δὲ οὐκ ἀφανίζει γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάσσης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν ἄλλος ἄλλα δῶρα· ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει, καὶ ταῦ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap19_sec2
Ταῦτα λέγων ἔβλεπον ἅμα τὴν κόρην, πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταὼ ἧττον ἐδόκει μοι τοῦ Λευκίππης εἶναι προσώπου. τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη. ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χροιάν, ῥόδον δὲ ἀνέτελλεν ἐκ ...
ὅταν οὖν εἰς τὸν γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. ἀλλ' οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται (οἶδε γάρ, ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ' ἄνεισιν εἰς τὴν πέτραν καὶ περιμένει τὸν ν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap2_sec2
Ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα· καί, «Οἷον,» εἶπον, «ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης.» ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστώς, «Ἐγὼ ταῦτα ἂν εἰδείην,» ἔφη, «τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.» «Καὶ τί πέπονθας,» εἶπον, «ὦ ἀγ...
αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ' οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν ἡ καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη· ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. ἡ δὲ δίκην ἐπεκάθητο τῷ ταύρῳ πλεούσης νηός, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη. περὶ δὲ τὸν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap2_sec3
καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος, «Ὥρα σοι,» ἔφην, «τῆς τῶν λόγων ἀκροάσεως· πάντω...
Ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα· καί, «Οἷον,» εἶπον, «ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης.» ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστώς, «Ἐγὼ ταῦτα ἂν εἰδείην,» ἔφη, «τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.» «Καὶ τί πέπονθας,» εἶπον, «ὦ ἀγ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap3_sec1
Ὁ δὲ ἄρχεται τοῦ λέγειν ὧδε· Ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ' ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες, τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ...
καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος, «Ὥρα σοι,» ἔφην, «τῆς τῶν λόγων ἀκροάσεως· πάντω...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap3_sec2
τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν, οὐχ ἵ...
Ὁ δὲ ἄρχεται τοῦ λέγειν ὧδε· Ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ' ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες, τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap3_sec4
τὸ μὲν γὰρ ἐξαίφνης ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ Τύχη. ὄναρ...
τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν, οὐχ ἵ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap3_sec6
περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ' ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὴν ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· «Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. Ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λε...
τὸ μὲν γὰρ ἐξαίφνης ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ Τύχη. ὄναρ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap4_sec2
Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλασσαν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. εἵπετο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν. ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ. ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς κατ' αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκ...
περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ' ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὴν ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· «Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. Ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λε...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap4_sec4
τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν εἰς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, εἰς οἵαν τὸν ἐλέφαντα Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χ...
Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλασσαν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. εἵπετο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν. ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ. ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς κατ' αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap5_sec1
πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια. ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι. τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην· οἱ δὲ οὐκ ἤθελον, ἀλλ' ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν...
τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν εἰς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, εἰς οἵαν τὸν ἐλέφαντα Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap5_sec4
ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν τὸν πατέρα κατεφίλησα, ὅτι μου κατ' ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον. τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν· ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις ἐσθίουσιν. ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτὸν ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτ...
πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια. ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι. τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην· οἱ δὲ οὐκ ἤθελον, ἀλλ' ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap5_sec7
τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν, καὶ γινομένη φυτὸν ἡ κόρη, καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. τοῦτό μοι μᾶλλον ᾀσθὲν τὴν ψυχὴν ἐξέκαυσεν· ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός. κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζ...
ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν τὸν πατέρα κατεφίλησα, ὅτι μου κατ' ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον. τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν· ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις ἐσθίουσιν. ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτὸν ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap6_sec2
Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς· οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ...
τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν, καὶ γινομένη φυτὸν ἡ κόρη, καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. τοῦτό μοι μᾶλλον ᾀσθὲν τὴν ψυχὴν ἐξέκαυσεν· ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός. κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap6_sec4
ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα, μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπεριάγοντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἂν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ' ἑαυτὴν ...
Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς· οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap6_sec6
ἀλλ' οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας· καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστε ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ἀπολέσας ὄνειρον οὕτω γλυκύν. ἀν...
ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα, μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπεριάγοντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἂν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ' ἑαυτὴν ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap7_sec2
Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. οὕτω δὲ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει...
ἀλλ' οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας· καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστε ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ἀπολέσας ὄνειρον οὕτω γλυκύν. ἀν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap7_sec3
ταχὺ πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος, «Ἔδωκα,» ἔφην, «Κλεινία, σοι δίκην τῶν σκωμμάτων. δοῦλος γέγονα κἀγώ.» ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν· καί, «Ἐρᾷς,» εἶπεν, «ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.» ἄρτι δὲ λέγοντος αὐτοῦ ...
Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. οὕτω δὲ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap8_sec1
καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος· καὶ τῇ φωνῇ τρέμων, «Ἀποκτενεῖς,» εἶπε, «σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;» καὶ ὁ Χαρικλῆς, «Γάμον,» εἶπεν, «ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ τῷ κακῷ. πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυ...
ταχὺ πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος, «Ἔδωκα,» ἔφην, «Κλεινία, σοι δίκην τῶν σκωμμάτων. δοῦλος γέγονα κἀγώ.» ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν· καί, «Ἐρᾷς,» εἶπεν, «ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.» ἄρτι δὲ λέγοντος αὐτοῦ ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap8_sec11
καὶ ὁ Χαρικλῆς, «Ταῦτα μέν,» ἔφη, «καὶ θεοῖς καὶ ἐμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ' ἂν γένοιτο καὶ ἐν νυκτὶ μιᾷ· καὶ κατὰ σχολὴν ζητήσομεν. τὸ δὲ νῦν ἔχον, ἐφ' ἱππασίαν ἄπειμι. ἐξ οὗ γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπήλαυσα. ἐπικουφιεῖ δέ μοι τὸ γυμν...
καὶ ταῦτα μὲν ἐπὶ τῶν εὐμόρφων τις ἂν εἴποι γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα. τὸ γὰρ κάλλος ἔχει τινὰ παρηγορίαν τῶν κακῶν, καὶ τοῦτό ἐστιν ἐν ἀτυχήμασιν εὐτυχεῖν· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ,...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap8_sec4
οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος ‘Τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες’; αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει· κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ' αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς· βόμβος αὐλῶν, δικλίδω...
καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος· καὶ τῇ φωνῇ τρέμων, «Ἀποκτενεῖς,» εἶπε, «σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;» καὶ ὁ Χαρικλῆς, «Γάμον,» εἶπεν, «ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ τῷ κακῷ. πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap8_sec7
ἂν τὸ Χρυσηΐδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηΐδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή. τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ· ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; ἀπέκτεινεν Ἱ...
οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος ‘Τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες’; αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει· κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ' αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς· βόμβος αὐλῶν, δικλίδω...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap8_sec9
καὶ ταῦτα μὲν ἐπὶ τῶν εὐμόρφων τις ἂν εἴποι γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα. τὸ γὰρ κάλλος ἔχει τινὰ παρηγορίαν τῶν κακῶν, καὶ τοῦτό ἐστιν ἐν ἀτυχήμασιν εὐτυχεῖν· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ,...
ἂν τὸ Χρυσηΐδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηΐδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή. τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ· ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; ἀπέκτεινεν Ἱ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap9_sec2
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο, πῶς πάθοιμι, πῶς ἴδοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν, «Οὐ φέρω,» λέγων, «Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ Ἔρως καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων· πάντοτε Λευκίππην φαντάζομαι. οὐ γ...
καὶ ὁ Χαρικλῆς, «Ταῦτα μέν,» ἔφη, «καὶ θεοῖς καὶ ἐμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ' ἂν γένοιτο καὶ ἐν νυκτὶ μιᾷ· καὶ κατὰ σχολὴν ζητήσομεν. τὸ δὲ νῦν ἔχον, ἐφ' ἱππασίαν ἄπειμι. ἐξ οὗ γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπήλαυσα. ἐπικουφιεῖ δέ μοι τὸ γυμν...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap9_sec4
ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ βλέμμα μόνον ἤρκεσε τηρουμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστής, ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν, ἂν τύχωσι κἂν ῥήματος μόνου. σὺ δὲ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις· καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς· ἀχάριστος εἶ πρὸς ἔ...
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο, πῶς πάθοιμι, πῶς ἴδοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν, «Οὐ φέρω,» λέγων, «Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ Ἔρως καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων· πάντοτε Λευκίππην φαντάζομαι. οὐ γ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book1_chap9_sec6
καὶ ὀλίγον ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι. μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, ...
ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ βλέμμα μόνον ἤρκεσε τηρουμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστής, ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν, ἂν τύχωσι κἂν ῥήματος μόνου. σὺ δὲ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις· καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς· ἀχάριστος εἶ πρὸς ἔ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book2_chap1_sec1
ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος, ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν. [καὶ μετὰ μικρὸν τοῦ δείπνου καιρὸς ἦν, καὶ πάλιν ὁμοίως συνεπίνομεν.] Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἐδυνάμην ἐμαυτοῦ κἂν ἐπ' ὀλίγ...
Ταῦτα λέγων ἔβλεπον ἅμα τὴν κόρην, πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταὼ ἧττον ἐδόκει μοι τοῦ Λευκίππης εἶναι προσώπου. τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη. ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χροιάν, ῥόδον δὲ ἀνέτελλεν ἐκ ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book2_chap10_sec1
ἡ δὲ ὡς εἶδεν, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. ἀλλ' ὅ γε Σάτυρος συμφορήσας πάλιν τὰ ἐκπώματα ἐνήλλαξεν ἡμῖν. τότε ἤδη καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ τὰ αὐτὰ πίνουσαν, καὶ ἔχαιρον ἤδη πλέον. καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προεπίνομεν τὰ φιλ...
Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν. ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ πρᾶγμα ἐρωτικόν. ἐναλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προτίθησι, τὸ δὲ ἐκείνης ἐμοί, καὶ ἐγχέων ἀμφοτέροις καὶ κερασάμενος ὤρεγεν. ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκε...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book2_chap10_sec3
ἐγὼ δέ σοι καὶ ταύτην ἀπάξω διαλεγόμενος.» ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. καὶ οὕτως ἐγένετο. ἀπεσπᾶτο μὲν ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ κατελέλειπτο. ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπε...
ἡ δὲ ὡς εἶδεν, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. ἀλλ' ὅ γε Σάτυρος συμφορήσας πάλιν τὰ ἐκπώματα ἐνήλλαξεν ἡμῖν. τότε ἤδη καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ τὰ αὐτὰ πίνουσαν, καὶ ἔχαιρον ἤδη πλέον. καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προεπίνομεν τὰ φιλ...
Achilles_Tatius_Scr._Erot._Leucippe_et_Clitophon_book2_chap11_sec1
ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, καὶ τὸν ψόφον λοιδορῶν. ἐν τούτῳ δὲ καὶ ὁ Σάτυρος ὑπαντιάζει με φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι...
ἐγὼ δέ σοι καὶ ταύτην ἀπάξω διαλεγόμενος.» ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. καὶ οὕτως ἐγένετο. ἀπεσπᾶτο μὲν ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ κατελέλειπτο. ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπε...
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
6